Ancient Greek
78.1
ARISTOBULUS, aristobulus_fhg3 78.1
Unproofread scanNot analysed yet
αὐτήν. Καὶ μέντοι καὶ τὸν θεὸν ἐντυχεῖν λέγεται τῇ γυναικί, καὶ χελέυσαι βαδίζειν ἔωθεν ἐπὶ τὴν ἀγορὰν, καὶ τὸν ἀπαντήσαντα πρῶτον ἀσπασαμένην ποιεῖσθαι φίλον. Ἀπήνησεν οὖν αὐτῇ τῶν πολιτῶν ἀνὴρ ἡλικίας τε πόρρω ἦκων, καὶ σὺνευλαγὼς οὐσίαν ἰκανήν· ἅπαις δὲ καὶ βεβιωκὼς ἀνεὺ γυναικός, ὄνομα Ταρρῦτιος. Οὗτος ἐγνῶ τὴν Λαρεντίαν, καὶ ἠγάπησε, καὶ τελευτῶν ἀπέλιπε κληρονόμον ἐπὶ πολλοῖς καὶ καλοῖς κτήμασιν, ὧν ἐκείνη τὰ πλεῖστα τῷ δήμῳ κατὰ διαθήκας ἔδωκε. Λέγεται δὲ αὐτὴν ἐνδοχὸν οὖσαν ἤδη, καὶ θεοφίλῃ νομιζομένην, ἀφανῆ γενέσθαι περὶ τούτων τὸν τόπον, ἐν ᾧ καὶ τὴν προτέραν ἐκείνην Λαρεντίαν κεῖσθαι. Καλεῖται δὲ νῦν ὁ τόπος Βήλαυρον, ὅτι τοῦ ποταμοῦ πολλάκις ὑπερχομένου, διεπεραίουντο πορθμείοις κατὰ τοῦτο τὸ χωρίον εἰς ἀγορὰν. Τὴν δὲ πορθμείαν, βηλατούραν καλοῦσιν. Ἐνιοὶ δὲ λέγουσι τὴν εἰς τὸν ἱππόδρομον φέρουσαν ἐξ ἀγορᾶς πάροδον ἱστίοις καταπετανύναι τοὺς τὴν θέαν παρέχοντας, ἐντεῦθεν ἀρχομένους. Ῥωμαῖοι δὲ τὸ ἱστόν βήλον ὀνομάζουσι. Διὰ ταῦτα μὲν ἔχει τιμὰς ἡ δευτέρα Λαρεντία παρὰ Ῥωμαίοις.