Ancient Greek
88.2
ARISTOBULUS, aristobulus_fhg3 88.2
Unproofread scanNot analysed yet
81. Ὡς δὲ ταῦτα κράτιστα εἶναι ἐδόξε, συγκαλέσας τοὺς χωρίτας ἅπαντας ὁ Ῥωμύλος καὶ δεηθεὶς εἰς τὴν Ἁλβαν ἐπιέρυσθαι διὰ ταχέων, μὴ κατὰ τὰς αὐτὰς πύλας ἅπαντας, μηδ’ ἀθρόους εἰσιόντας, ἢ μὴ ὑπόνοια πρὸς τοὺς ἐν τῇ πόλει γένηται, καὶ περὶ τὴν ἀγορὰν ὑπομένοντας ἐτοίμους εἶναι δράν τὸ κελευόμενον, ἀπῆει πρῶτος εἰς τὴν πόλιν. Οἱ δὲ τὸν Ῥώμωv ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τὰς τε ὑβρεὶς ἀπάσας, ὅσας ἦσαν δρυσμένοι πρὸς τὸν μειραχίον, κατηγόρουν, καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν, τιμωρίας εἰ μὴ τεύξονται καταλεῖψιν προλέγοντες τὰ συφόρδια. Ἁμουλιος δὲ τοὺς χωρίτας κατὰ πλήθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νομίτορι (παρὸν γὰρ ἐτύγχανε συναγαχασθὼν τοὺς πελάτας), εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι, καὶ ἅμα τὸ αὐθαδες τοῦ μειραχίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, δι’ ὑποψίας λαμβάνων, καταψηφίζεται τὴν δίκην· τῆς δὲ τιμωρίας τὸν Νομὶτορα ποιεῖ κύριον, εἰπὼν ὡς τῷ δράσαντι δεῖν τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται. Ἐν δσω δὲ ὁ Ῥώμος ὑπὸ τῶν τοῦ Νομὶτορος βουκολῶν ἤγετο, δεδεμένος τε ὁπίσω τῷ χειρὶ καὶ πρὸς τῶν ἄγοντων ἐπιχερτομούμενος, ἀκολουθῶν ὁ Νομὶτωρ τοῦ τε σώματος τὴν εὐπρέπειαν ἀπεθαύμαζεν, ὡς πολὺ τὸ βασιλικὸν εἶχε, καὶ τοῦ φρονήματος τὴν εὐγένειαν ἐνθυμεῖτο, ἣν παρὰ τὰ δεινὰ διέστωσεν, οὐ πρὸς οἶκτον ἢ λιταρτήσεις, ὡς ἅπαντες ἐν ταῖς τοιαύταις ποιοῦσι τύχαις, τραπεύμενος, ἀλλὰ τὴν εὐκόσμων σιωπὴν ἐπὶ τὸν μόρον ἀπιών. Ὡς δ’ εἰς τὴν οἰκίαν ἀφίκοντο, μεταστήσαι τοὺς ἄλλους κελεύσας, μονωθέντα τὸν Ῥώμωv εἶρετο τίς εἴη, καὶ τίνων· ὡς οὐχ ἂν ἐκ τῶν τυχόντων γε ἄνδρα τοιούτου γενομένου. Εἰπόντος δὲ τοῦ Ῥώμου τοσοῦτον εἰδέναι μόνον κατὰ πίστιν τοῦ τρέφοντος, ὅτι σὺν ἀδελφῷ διδύμῳ ἐκτεθεῖς βρέφος εἰς νάπην εὐθὺς ἀπὸ γονῆς, καὶ πρὸς τῶν νομεῖων ἀναρθεὶς ἐκτραφεῖν, βραχὺν ἐπισχὼν χρόνον, εἴτε ὀποτυπωθεὶς τι τῶν ἀληθῶν εἴτε τοῦ δαίμονος ἄγοντος εἰς τοῦμφανες τὸ πρᾶγμα, λέγει πρὸς αὐτόν· «Ὅτι μὲν ἐπ’ ἐμοὶ γέγονας, ὦ Ῥώμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντο ἂν οἱ κομισαντές σε δεῦρο, πολλὰ καὶ δεινὰ παθόντες, ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἴδοτα λέγειν. Εἰ δὲ σε θανάτῳ τε καὶ ἄλλῳ παντὸς ἐκλυσαίμην κακοῦ, ἆρα τὴν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσεις; ὁ κοινὸν ἀμφοῖν ἔσται ἄγαθόν; »Ἀποκριναμένου δὲ τοῦ μειραχίου ὅποσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἢ τοῦ σωθῆναι ἐλπίς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λύσαι κελεύσας αὐτὸν ὁ Νομὶτωρ καὶ ἅπαντας ἐκποδῶν ἀπελθεῖν, φράζει τὰς αὐτοῦ τύχας, ὡς ὁ Ἁμουλιος αὐτὸν ἀδελφὸς ὧν ἀπεστέρεσε τῆς βασιλείας, δργανὸν δὲ τέ—