Ancient Greek
94.1
ARISTOBULUS, aristobulus_fhg3 94.1
Unproofread scanNot analysed yet
του πιστόν. Ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐχ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγραφέως πίστιν, οὐχ αὐτοτελῆ δὲ χρῆναι· τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων πεισέσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας. Οὐ μὲν ἄλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδονίων πολέμου (τὴν γὰρ παρέχδασιν ἐντεύθεν ἐποιήσαμἐθα) νομιστέον πρώτην μὲν αἰτίαν γεγονέναι τὸν Ἀμίλκου θυμόν, τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος. Ἐκεῖνος γάρ, οὐχ ἠττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ, τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατοπεδία ταῖς ὁρμαῖς ἐφ' ὧν αὐτὸς ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἦτταν τοῖς καιροῖς εἰχον, πεποιήσθαι τὰς συνθήκας, ἔμεινεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν. Εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθὺς ἂν ἄλλην ἀρχὴν ἐποίειτο καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπ' ἐκείνω. Προκαταληφθεὶς δὲ ταῖς ἐμπυρίοις ταραχαῖς, ἐν τούτοις καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις.