Ancient Greek
348.1
Aristocles Paradox., Fragmenta 348.1
Unproofread scanNot analysed yet
ἔγκυος γενομένη ἀπέδρασε τῆς νεὼς καὶ νηξαμένη ἦλθεν εἰς Μίλητον. Ἐγὼ δὲ ὀνηθεῖσάν φημι παρὰ Προίμου βασιλεύοντος τῆς Μιλήτου Ἀρίωνος, ὃς αὐτὴν ἐν ὕλῃ κεκρυμμένην εὑρὼν διέσῳσε, καὶ τὸν ἐξ αὐτῆς τεχθῆντα υἱὸν Τράμβηλον κληθέντα ἀνέθρεψεν ὡς ἴδιον παῖδα. Τῆς δ' ἐπὶ Ἴλιον στρατείας γενομένης, Ἀχιλλεὺς εἰς Μίλητον παρεγένετο, καὶ τὸν Τράμβηλον ἀντιστάντα ἀνείλε. Θαυμάσας δὲ τὴν ἀνδρείαν αὐτοῦ, καὶ μαθὼν Τελαμῶνος εἶναι υἱόν, ἔθαψεν αὐτόν, δακρύσας ὡς συγγενῆ. His adde quae ex Aristobulo Cassandrensi (fr. 3, p. 97 in Scriptt. Alex. M.) Athenaeus (II, p. 43, B) narrat de Achilleo Mileti fonte, ἀφ' ἧς (χορῆνος) οἱ Μιλήσιοι περιρραννᾶσθαι φασὶ τὸν ὕμωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα.