Ancient Greek
Fragment 12
Aristocles Paradox., Fragmenta 12-2
Not analysed yet
Idem IV: Ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷ Περὶ χορῶν οὑτωσί πως λέγων· «Ζητεῖται πότερα τῶν ἐμπνευστῶν ἐστὶν ὀργάνων ἡ ὕδραυλις ἢ τῶν ἐντατῶν. Ἀριστόξενος μὲν οὖν τοῦτο οὐκ οἶδε. Λέγεται δὲ Πλάτωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσματος νυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ, οἷον κλεψύδραν μεγάλην λίαν. Καὶ τὸ ὑδραυλικὸν δὲ ὄργανον δοκεῖ κατὰ κλεψύδραν εἶναι. Ἐντατὸν οὖν καὶ καθαπτὸν οὐκ ἂν νομισθείη, ἐμπνευστὸν δ' ἂν ἴσως ῥηθείη, διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. Κατεστραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ, καὶ ἀρασσομένου τοῦ ὕδατος ὑπό τινος νεανίσκου, ἔτι δὲ διικνουμένων ἀξινῶν διὰ τοῦ ὀργάνου, ἐμπνέονται οἱ αὐλοὶ καὶ ἦχον ἀποτελοῦσι προσηνῆ. Ἔοικε δὲ τὸ ὄργανον βωμῷ στρογγύλῳ. Καί φασι τοῦτο εὑρῆσθαι ὑπὸ Κτησιβίου κουρέως, ἐνταῦθα οἰκοῦντος ἐν τῇ Ἀσπενδίᾳ, ἐπὶ τοῦ δευτέρου Εὐεργέτου· διαπρέψαι τέ φασι μεγάλως. Τουτονὶ οὖν καὶ τὴν αὑτοῦ διδάξαι γυναῖκα Θαΐδα.»