Ancient Greek
Fragment 2
Aristocles Paradox., Fragmenta 2-2
Not analysed yet
Id. ibid. c. 41: Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης, ἐπ' ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς, ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας. Γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας, καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν, ὡς ἱστορεῖ Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.