Ancient Greek
Fragment 3
Aristocles Paradox., Fragmenta 3
Not analysed yet
E LIBRO PRIMO. Stobaeus Floril. 64, 37: Ἀριστοκλέους ἐν αʹ Παραδόξων. Ἐφέσιος τῷ γένει νεανίας τῶν ἐπισήμων, υἱὸς Δημοστράτου, ταῖς δ' ἀληθείαις Ἄρεως, οὗτος τὸ θῆλυ μισῶν γένος, νυκτὸς βαθείας εἰς τὰς πατρῴας ἔτρεχεν ἀγέλας, καὶ ὄνῳ συνεγένετο θηλείᾳ. Ἡ δὲ ἔγκυος γενομένη ἔτεκε κόρην εὐειδεστάτην Ὀνοσκελίαν τοὔνομα, τὴν προσηγορίαν λαβοῦσαν ἀπὸ τοῦ συμπτώματος.