Ancient Greek
Fragment 8
Aristocles Paradox., Fragmenta 8
Not analysed yet
E LIBRO PRIMO. Athen. XIV: Σεμνότερος δὲ τῶν τοιούτων ἐστὶ ποιητῶν ὁ ἱλαρῳδὸς καλούμενος. Οὐδὲ γὰρ σχινίζεται· χρῆται δ' ἐσθῆτι λευκῇ ἀνδρείᾳ, καὶ στεφανοῦται χρυσοῦν στέφανον· καὶ τὸ μὲν παλαιὸν ὑποδήμασιν ἐχρῆτο, ὥς φησιν ὁ Ἀριστοκλῆς, νῦν δὲ κρηπῖσι. Ψάλλει δ' αὐτῷ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ. Δίδοται δὲ ὁ στέφανος τῷ ἱλαρῳδῷ καὶ τῷ αὐλῳδῷ, οὐ τῷ ψάλτῃ, οὐδὲ τῷ αὐλητῇ. Ὁ δὲ μαγῳδὸς καλούμενος τύμπανα ἔχει, καὶ κύμβαλα, καὶ πάντα τὰ περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεταί τε, καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενος ποτὲ μὲν γυναῖκα καὶ μοιχοὺς καὶ μαστροποὺς, ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγενόμενον πρὸς τὴν ἐρωμένην.