Ancient Greek · ~6 min
1 to 7
ARISTOCRATES, Fragmenta 1-7
Not analysed yet
«Ἐπιμηλὶς δὲ καλεῖται (φησὶ Πάμφιλος) τῶν ἀπίων τι γένος.» Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν τῷ τε- τάρτῳ Δείπνων. Καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἰναι καὶ ἄβρωτα, καλεῖσθαι δ’ Ἐσπερίδων μῆλα. Ἀριστοκρά- της γοῦν ἐν τετάρτῳ Λακωνικῶν· «Ἔτι δὲ μῆλα καὶ τὰς λεγομένας Ἑσπερίδας.» Ὅτι δὲ καὶ Λιβύην καὶ Ἰβη- ρίαν ἐπῆλθεν ὁ Λυκοῦργος, καὶ περὶ τὴν Ἰνδικὴν πλα- νηθεὶς τοῖς γυμνοσοφισταῖς ὡμίλησεν, οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα γινώσκομεν. Ἀριστοκράτης δ’ ὁ Ἱππάρχου φησὶ τοὺς ξένους τοῦ Λυκούργου τελευτήσαντος ἐν Κρήτῃ καῦσαι τὸ σῶμα καὶ διασπεῖραι τὴν τέφραν εἰς τὴν θάλασσαν, αὐτοῦ δεηθέντος καὶ φυλαξαμένου, μή ποτε ἄρα τῶν λειψάνων εἰς Λακεδαίμονα κομισθέντων, ὡς ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων, μεταβάλωσι τὴν πολιτείαν. Χρόνῳ δ’ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην τοὺς μὲν φυγάδας κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δ’ Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους, τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσένειμε τοῖς Μεγαλοπολίταις κτλ. Ἀδαντὶς, ἡ Εὔβοια, . . . ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἣ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. Κρεώφυλος δὲ βʹ, Ἀριστοκράτης δὲ γʹ, Τοξέα, Κλύτιον, Δηίονα, sc. Euryti et Antioches filios fuisse dicunt. De Phryni citharoedo Mytilenaeo verba fiunt saepe a comicis commemorato, quippe qui ἐκαινούργησε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος, ὡς Ἀριστοφάνης φησὶ καὶ Ἀριστοκράτης.