Ancient Greek · ~3 min
10 to 12
ARISTODEMUS ELEUS; ARISTODEMUS NYSAENSIS; ARISTODEMUS THEBANUS, Fragmenta 10-12
Not analysed yet
Ἀριστόδημος δ ̓ ἐν τοῖς Γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι τὸν ὀψοφάγον, ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν, ἀναφωνῆσαι, Ἱερόσυλος ὁ θάνατος. Ἀριστόδημος δ ̓ ἱστορεῖ, Βίθυν, τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον, Κἀγὼ σὲ, φησὶν, ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον. Ἦν δ ̓ ὁ Λυσίμαχος μικρολογώτατος. Λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύσωσιν. Ἑλένης δέ ποτε κληρωθείσης, καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος, καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν κατέθηκεν· ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος ἐν τρίτῃ Μυθικῇ συναγωγῇ.