Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_ARISTODEMUS_THEBANUS
ARISTODEMUS ELEUS; ARISTODEMUS NYSAENSIS; ARISTODEMUS THEBANUS, Fragmenta 9
Not analysed yet
Ἀριστόδημος δ ̓ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων, «Γνάθαιναν, φησὶ, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος, Πῶς, ἔφησεν, ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; Ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων, καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰ(??)ίαν, ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, Εἰ ταῦτ ̓ εἴχεθ ̓ ὑμεῖς, εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.»