Ancient Greek
Fragment 333
Ariston Phil., Testimonia et Fragmenta 333
Not analysed yet
Diogenes Laërt. VII 160. Ἀρίστων ὁ Χῖος ὁ φάλανθος, ἐπικαλούμενος Σειρήν (secuntur placita). οὕτως δὲ φιλοσοφῶν καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκοῦσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος· ὅθεν ὁ Τίμων φησὶ περὶ αὐτοῦ· (fr. 61 W.) καί τις Ἀρίστωνος γενεὴν ἄπο αἱμύλου ἕλκων. παραβαλών δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνωνος ἀῤῥωστίᾳ μακρᾷ περιπεσόντος· (secuntur narratiunculae de Aristonis cum Persaeo et cum Arcesilao litibus n. 346. 347) Βιβλία δὲ αὐτοῦ φέρεται τάδε· Προτρεπτικῶν β′. περὶ τῶν Ζήνωνος δογμάτων· διάλογοι· σχολῶν ς′· περὶ σοφίας διατριβῶν ζʹ· ἐρωτικαὶ διατριβαί· ὑπομνήματα ὑπὲρ κενοδοξίας· ὑπομνημάτων κε′· ἀπομνημονευμάτων γʹ· χρειῶν ιαʹ· πρὸς τοὺς ῥήτορας· πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς· πρὸς τοὺς διαλεκτικούς γʹ· πρὸς Κλεάνθην· ἐπιστολῶν δʹ. (Distinxi epistulas a libro πρ. Kλ.) Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δὲ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος. τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. Cf. prooem. 16. καὶ οἱ μὲν αὐτῶν (scil. τῶν φιλοσόφων) κατέλιπον ὑπομνήματα, οἱ δ’ ὅλως οὐ συνέγραψαν, ὥσπερ κατά τινας Σωκράτης, Στίλπων, Φίλιππος, Μενέδημος, Πύῤῥων --κατά τινας Πυθαγόρας, Ἀρίστων ὁ Χῖος πλὴν ἐπιστολῶν ὀλίγων.