Ancient Greek
Fragment 338
Ariston Phil., Testimonia et Fragmenta 338
Not analysed yet
Strabo I p. 15 (de Eratosthene). ἐγένοντο γάρ, φησιν, ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ’ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ’ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι. --ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ’ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν. --ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης, ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ’ ἐκείνῳ διενεχθέντας καὶ ὦν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.