Ancient Greek
Ι.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 106
Not analysed yet
106. Κυκλώπων δ’ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων. †)ἢ τῶν μεγαλοφυῶν τῷ σώματι —τῶν δισήμων γὰρ ἡ λέξις —(de quibus v. L. Ar. 146) ἀθεμίστων δὲ τῶν νόμοις μὴ χρωμένων (cf. Ar. ad Π 387). φησὶ γὰρ θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ’ ἀλόχων (114). εἰ γὰρ ἦν ἀθεμίστων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει οἵ ῥα θεοῖσι πεποιθότες; (107) εἰ δ’ εἴπῃ τις, καὶ πῶς ὁ Πολύφημός φησιν οὐ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσι, (275) σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος —Op. 277 —ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς, ἀνθρώποισι δ’ ἔδωκε δίκην. ὥστε Πολύφημον μόνον λέγει ὑπερήφανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς H. Sic fere etiam alii codd. TV ex parte BQ ad v. 112 cf. praeterea ad v. 225. 275. 508. Hanc Ar. sententiam fuisse apparet ex Apoll. l. h. 12, 20 et 158, 30. Eust. 1617, 20. Totus locus fuit τῶν προβλημάτων v. Apoll. l. e.