Ancient Greek
Ε.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 111-2
Not analysed yet
105-111. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν οἴκαδ’. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο, ἥ σφιν ἐπῶρσ’ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά. ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δ’ ἄρα δεῦρ’ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. *)περιττοὶ οἱ στίχοι καὶ πρὸς τὴν ἱστορίαν μαχόμενοι. οὐ γὰρ καθ’ ὃν καιρὸν ὑπὸ τῆς Ἀθηνᾶς ὁ ἄνεμος ἐκινήθη καὶ οἱ ἄλλοι ἀπώλοντο, Ὀδυσσεὺς τῇ νήσῳ προσηνέχθη· οἱ δὲ τελευταῖοι δύο ἐκ τῶν μετὰ ταῦτά (133-134) εἰσι μετενηνεγμένοι PQ. Numeros 105-111 Maius posuit, Buttmannus probavit.