Ancient Greek
Λ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 202
Not analysed yet
202. ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ, σή τ’ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα. *)ὅτι οὐχ ὡς οἱ νεώτεροί φασιν, αὐτὴν ἀπάγξασθαι παρὰ Ναυπλίου πεπυσμένην τὴν Ὀδυσσέως τελευτήν. οἳ διεσφάλησαν ὑπὸ τοῦ λεγομένου παρὰ τοῦ συβώτου ὡς ἀπώλετο λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅστις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι (ο 359). διαρρήδην γὰρ νῦν ὁμολογεῖ τεθνηκέναι ἕνεκα τοῦ ποθεῖν τὸν Ὀδυσσέα HQ. cf. V ad 197.