Ancient Greek
Λ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 239
Not analysed yet
239. (Enipeus) ὃς πολύ κάλλιστος ποταμῶν. †)ἐναντίον εἶναι δοκεῖ τοῦτο τῷ Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν (Φ 158). εἰ γὰρ κάλλιστος οὗτος πάντων, οὐκ ἄρα ἐκεῖνος. λύεται δὲ κατὰ λέξιν. τὸ γὰρ κάλλιστον οὐχ ἕν λέγεται, ἀλλὰ πλείω. δηλοῖ δὲ καὶ αὐτὸς ποτὲ μὲν λέγων Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην, (Ζ 252) ποτὲ δὲ ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασάνδρην (Ν 365). καὶ μὴν καὶ ἀμφότεραι τοῦ Πριάμου θυγατέρες, καὶ ἐὰν ἡ μία θυγατρῶν εἶδος ἀρίστη, οὐκ ἄρα τις ἄλλη, ἀλλ’ ὅμως καὶ ἐπὶ τῶν δύο τοῦτό φησι HQT. cf. Ν 365. F. Ar. 31.