Ancient Greek
Ζ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 288
Not analysed yet
275-88. καἰ νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας· τίς δ’ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἤ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἥματα πάντα. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν· ἡ γὰρ τούσδε γ’ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. ὣς ἐρέουσιν, ἐμοὶ δέ κ’ ὀνείδεα ταῦτα γένοιτο. καὶ δ’ ἄλλῃ νεμεσῷ, ἥ τις τοιαῦτά γε ῥέζοι, ἥ τ’ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων ἀνδράσι μίσγηται πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν. *)ἀθετοῦνται στίχοι ιδ′ ἕως ἀνδράσι μίσγηται ὡς ἀνοίκειοι τῷ ὑποκειμένῳ προσώπῳ. —εἴρηται οὖν τοῦτο διὰ τῶν πρὸ αὐτῶν β′ στίχων, τῶν ἀλεείνω φῆμιν ἀδευκέα. ΗQ.