Ancient Greek
Ν.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 338
Not analysed yet
333-338. ἀσπασίως γάρ κ’ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵετ’ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ’ ἀλοχόν τε. σοὶ δ’ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, πρίν γ’ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως ἧσται ἐνὶ μεγάροισιν, ὀιζυραί δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. *)ἀθετοῦνται στίχοι ϛ′ ὅτι οὐδὲν εἴληφε παρ’ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν· τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴςοδον. διὸ καί φησιν ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες (383). οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν HQ.