Ancient Greek
Λ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 43
Not analysed yet
38-43. ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων νύμφαι τ’ ἠίθεοί τε πολύτλητοί τε γέροντες, παρθενικαί τ’ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι· πολλοὶ δ’ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε’ ἔχοντες. οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. *)οἱ [ἕξ] καὶ παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει [προ] ἠθετοῦντο ὡς ἀσύμφωνοι πρὸς τὰ ἑξῆς. οὐ γὰρ μεμιγμέναι παραγίνονται αἱ ψυχαί. νῦν δὲ ὁμοῦ νύμφαι, ἠίθεοι, γέροντες, παρθένοι. καὶ ἄλλως οὐδὲ τὰ τραύματα ἐπὶ τῶν εἰδώλων ὁρᾶται, ὅθεν ἐρωτᾷ, τίς νύ σε κὴρ ἐδἀμασσε; (398) τὸν Ἀγαμέμνονα HQ. Numerum expunctorum versuum posui ex schol. in V. M. Vind. 56. 133 (cf. La Roche). Sic etiam Eust. 1672, 34. Obelis notati sunt versus in CG.