Ancient Greek
588 to 601
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 588-601
Not analysed yet
588. (Τάνταλος) ἀμφὶ δὲ ποσσὶ ||γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. ||δένδρεα δ’ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν. †)οὐδὲ οὗτος (Tantalus) δύναται σὺν λίμνῃ καὶ δένδροις ἐξεληλυθέναι ἐπὶ τὸ σφάγιον, ἢ πῶς ἔξωθεν τὰ ἔσω ἐθεώφει; H. 593. καὶ μὴν Σίσυφον εἰσεῖδον. †)πῶς δύναται σὺν τῷ λίθῳ καὶ τῇ ἀκρωρείᾳ ἐφ’ ᾗ ἀνεκύλιε τὸν λίθον, ἥκειν ἐπὶ τὸ σφάγια; πῶς τε κολάζεται ὁ ἐν Ἰλιάδι (Ζ 153) κέρδιστος ὢν καὶ συνετώτατος; QT. Cf. de Sisypho Ar. adnotationem ad Ζ 153. L. Ar. 117. 601. τὸν δὲ μετ’ εἰσενόησα βίην Ἡρακληείην. †)καὶ τοῦτο νεωτερικόν· οὐ γὰρ οἶδε τὸν Ἡρακλέα ἀπηθανατισμένον, οὐδὲ τὴν Ἥβην γεγαμημένην, ἀλλὰ πάρθενον. διὸ καὶ παρθενικὰ ἔργα ἀποτελεῖ· οἰνοχοεῖ γὰρ καὶ λούει HQT. Athetesin demonstrat etiam Ar. ad Ε 905. Δ 2. Σ 117. γ 464.