Ancient Greek
Ρ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 599
Not analysed yet
599. σὺ δ’ ἔρχεο δειελιήσας. †)πρὸς τὴν δειλινὴν ὥραν παραγενόμενος, τουτέστι τὴν μεσημβρίαν· ἢ τὴν ἑσπερινὴν διατρίψας. ἔνιοι δὲ τὴν δειλινὴν τροφὴν αἰτῶν. καὶ Καλλίμαχός φησι δείελον αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ’ ἔργου, τὴν πρὸς τῇ δειλινῇ τροφὴν αἰτοῦντες. οὐ δεόντως. προειρήκαμεν γὰρ ὅτι οἱ ἀρχαῖοι τρισὶ τροφαῖς ἐχρῶντο V. Idem brevius BH: ἔνιοι τὴν δείλην διατρίψας, οὐ φαγών. cf. L. Ar. 127.