Ancient Greek
Δ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 602
Not analysed yet
602. ἵππους δ’ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ἐνθάδε λείψω ἄγαλμα. *)ὅτι τοὺς ἵππους ἄγαλμα εἴρηκεν [καὶ] ἐν Ἰλιάδι (δ 144) βασιλῆϊ δὲ κεῖται ἄγαλμα. ὥσπερ δὲ. ὁ Τηλέμαχος ἐνθάδε παραιτεῖται τοὺς ἵππους, οὕτως καὶ Ὀδυσσεὺς τοὺς ἐκ τῆς κατασκοπῆς ἵππους Διομήδει παραχωρεῖ. [ὁ αὐτὸς ἄρα ποιητής.] PQ. Huc referendum est quod legitur in MQ ad γ 274: ἄγαλμα λέγει ὁ ποιητὴς πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται, καὶ οὐ τὸ ξόανον et ad γ 438 in E: ἡμεῖς μὲν ἄγαλμα τὸ ξόανον, Ὅμηρος δὲ πᾶν δῶρον, ὃ βλέπει τις καὶ χαίρει καὶ ἐφ’ ὧ ἀγάλλεται, ἄγαλμά φησιν. cf. schol. in D ad Δ 144. Apoll. l. h. 6, 30.