Ancient Greek
66 to 62
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 66-62
Not analysed yet
66 not. 1. 84. ψυχὴ μητρὸς κατατεθνηυίης. *)ὅτι πρὸς τὸ ἐκ τῆς περιφράσεως νοούμενον ἀπήντησε. ψυχὴ γὰρ μητρὸς κατατεθνηκυίας ἐστὶν ἡ Ἀντίκλεια BQ. 90. ψυχὴ Θηβαίου Τειρεσίαο. *)ὅτι πάλιν πρὸς τὸ ἐκ τῆς περιφράσεως νοητὸν ἀπήντησε. ψυχὴ γὰρ Θηβαίου Τειρεσίου ἐστὶν ὁ Τειρεσίας. διὸ ἐπήνεγκεν ἔχων, οὐκ ἔχουσα HQ. 93. Fuit diple periestigmene, quod Zenodotus dedit τίπτ’ αὔτως pro τίπτ’ αὖτ, ὦ cf. H. 105. αἴ κ’ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν. *)[ἡ διπλῆ ὅτι τὸ αἴ κ’ ἐθέλῃς ἀντὶ τοῦ] ἐὰν δύνῃ V. cf. Φ 366. L. Ar. 148. γ 121. θ 223. ρ 321. 107. ἰοειδέα πόντον. Ar. interpretatio vocabuli ἰοειδέα est ad Ψ 850 ἀντὶ τοῦ μέλανα πόντον. 115. δήεις δ’ ἐν πήματα οἴκῳ, ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιν. *)ὅτι οὐκ ἐνήλλακται ὁ χρόνος ὡς τὸ σύν τε μεγάλῳ ἀπέτισαν (Δ 161, ubi Zenodotus τίσουσιν scripsit). οὐ γὰρ ἦσαν οἱ μνηστῆρες συνηγμένοι εἰς τὸν οἶκον Ὀδυσσέως H. Aristophanes legit κατέδοιεν cf. ad β 313. 125. Diple fuit πρὸς τὸ σχῆμα οὐδ’ εὐήρε’ ἐρετμά τά τε πτέρα νηυσὶ πέλονται, πέλονται ἀντὶ τοῦ πέλεται cf. ad Κ 351 ubi noster versus notatur, η 132. κ 328. 134. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ. †)ἔξω τῆς ἁλὸς· οὐ γὰρ οἶδεν ὁ ποιητὴς τὰ κατὰ τὸν Τηλέγονον καὶ τὰ κατὰ τὸ κέντρον τῆς τρυγόνος Q. cf. ad Λ 163 ubi eadem est interpretatio. F. Ar. p. 28. Ψ 281. 157-159. μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μέν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι πεζὸν ἐόντ’, ἤν μή τις ἔχῃ εὐεργέα νῆα. †)ἀθετοῦνται τρεῖς H. Caussas affert MV Vind. 56 sed valde mutilatas: τὸ γὰρ ἑξῆς, μέσον Ὠκεανὸς. γέλοιον δὲ καὶ πεζὸν ἐόντα. Obeli sunt in G, cf. La Roche p. 240. Nitzsch III, 214. 161-62. νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες εἰς Ἰθάκην, οὐδ’ εἶδες ἐνὶ μεγάροισι γυναῖκα; Nota fuit de Aristophanis athetesi versuum 161-62 cf. H.