Ancient Greek
Γ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 71
Not analysed yet
71. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ’ ὑγρὰ κέλευθα; ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, οἷά τε ληϊστῆρες, ὑπεὶρ ἅλα; τοί τ’ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλο δαποῖσιφέροντες. †)τοὺς μετ’ αὐτὸν τρεῖς στίχους ὁ μὲν Ἀριστοφάνης ἐνθάδε σημειοῦται τοῖς ἀστερίσκοις, ὅτε δὲ ὑπὸ τοῦ Κύκλωπος λέγονται, καὶ ὀβελίσκους τοῖς ἀστερίσκοις παρατίθησιν, ὡς ἐντεῦθεν μετενηνεγμένων τῶν στίχων. πόθεν γὰρ τῷ Κύκλωπι λῃστῶν ἔννοια ᾖ στωμυλλομένῳ φάναι οἵ τ’ ἀλόωνται ψυχὰς παρθέμενοι κακον ἀλλοδαποῖσι φέροντες; ὁ δὲ Ἀρίσταρχος οἰκειότερον αὐτοὺς τετάχθαι ἐν τῷ λόγῳ τοῦ Κύκλωπός φησιν. οὐδὲ γὰρ νῦν οἱ περὶ Τηλέμαχον λῃστρικόν τι ἐμφαίνουσι. δοτέον δὲ, φησὶ, τῷ ποιητῇ τὰ τοιαῦτα. καὶ γὰρ ναῦν αὐτὸν παράγει εἰδότα, ἀλλά μοι εἴφ’ ὅπη ἔσχες ἰὼν εὐεργέα νῆα (ι, 279), καὶ συνίησιν Ἑλληνίδα φωνήν. καθάπτεται δὲ καὶ Θουκυδίδου Ἀρίσταρχος λέγοντος ὡς οὐκ αἰσχρὸν ἡγοῦντο τὸ ληΐζεσθαι οἱ παλαιοὶ, ἐν οἷς φησιν οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς (α 398). ὁμωνυμίᾳ γὰρ ἠπάτηται, πολλάκις τῆς λῃΐδος ἐπὶ τῆς λαφυραγωγίας τασσομένης· παρὸ καὶ τὴν Ἀθηνᾶν ληΐτιδα προσαγορεύει (Κ 460). ὅτι γὰρ αἰσχρὸν ἡγοῦντο τὸ λῃστεύειν δῆλον ἐξ ὧν οὐδέποτε ἐπὶ Ἀχιλλέως οὐδὲ ἐπὶ Αἴαντος, καίτοι γε ἰσχυρῶν ὄντων, ἐχρήσατο τῷ ὀνόματι ὁ ποιητής. ἄλλως τε κἀκ τῶν συμφραζομένων δηλοῖ τὴν τοῦ πράγματος μοχθηρίαν· ἀντιτάσσεται γὰρ τῷ ἤ τι κατὰ πρῆξιν τὸ ἢ μαψιδίως. HMQR. cf. L. Ar. 197. Eust. 1458, 2 et 1627, 25. Aristarchi athetesin commemorat etiam grammaticus in excerptis, quae codici Marciano A. Iliadis praefixa sunt, ubi de Aristarchi obelis agitur. Bekk. praef. ad schol. in Hom. Il. I, p. III.