Ancient Greek
Θ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 71-2
Not analysed yet
564-71. ἀλλὰ τόδ’ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Ναυσιδόου, ὅς ἔφασκε Ποσειδάων’ ἀγάσασθαι ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. φῆ ποτὲ Φαιήκων ἀνδρῶν εὐεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ ῥαισέμεναι, μέγα δ’ ἧμιν ὄρος πόλειἀμφικαλύψειν· ὣς ἀγόρευ’ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν. *)ἀθετοῦνται· οἰκειότερον γὰρ ἐν τοῖς ἑξῆς, (ν 172 seq.) ὅταν ἴδωσι τὴν ναῦν ἀπολελιθωμένην ὑπὸ τοῦ Ποσειδῶνος [ὥστε ἀναμιμνήσκονται inserendum esse putat Friedlaenderus in Fleckeisenii Annal. tom. LXXVII p. 5] ἐκ τοῦ ἀποτελέσματος, ὥσπερ ὁ Κύκλωψ ὑπὸ τοῦ . . . . ἀναμιμνήσκεται καὶ ἡ Κίρκη ἦ σύγ’ Ὀδυσσεύς ἐσσι (κ 330). καὶ ἐνταῦθα δὲ παλιλλογοῦνται (sc. οἱ στίχοι). εἰ δὲ ἔμαθε Ὀδυσσεὺς τὸν χρησμὸν, οὐκ ἂν αὐτοῖς ἐμήνυσε τὰ ὑπὲρ αὐτοῦ, οὐδὲ Ἀλκίνοος ἔπεμψεν αὐτὸν ὑπερβολῇ φιλοξενίας T. cf. ad ν 173. Obelos cum asteriscis his versibus appictos fuisse —sunt in M. cf. La Roche p. 179 —commemorat Eust. 1610, 46 et 1737, 59 easdem fere caussas afferens.