Ancient Greek
Edition urn:cts:greekLit:tlg0204.tlg002.local001
Aristonous Lyr., Hymnus in Vestam 001
Not analysed yet
Ἀριστονό[ο]υ Ἑστία[ι]
Ἱερὰν ἱερῶν ἄνασσαν
Ἑστίαν ὑμνήσομεν, ἃ καὶ Ὄλυμπον
καὶ μυχὸν γαίας μεσόμφαλον ἀεὶ
Πυθίαν τε δάφναν κατέχουσα
ναὸν ἀν' ὑψίπυλον Φοίβου χορεύεις
τερπομένα τριπόδων θεσπίσμασι,
καὶ χρυσέαν φόρμιγγ' Ἀπόλλων
ὁπηνίκ' ἂν ἑπτάτονον
κρέκων μετὰ σοῦ θαλιάζον-
τας θεοὺς ὕμνοισιν αὔξῃ.
Χαῖρε Κρόνου θύγατερ
καὶ Ῥέας, μούνα πυρὸς ἀμφιέπουσα
βωμοὺς ἀθανάτων ἐριτίμους,
Ἑστία, δίδου δ' ἀμοιβὰς
ἐξ ὁσίων πολὺν ἡμᾶς
ὄλβον ἔχοντας ἀεὶ λιπαρόθρονον
ἀμφὶ σὰν θυμέλαν χορεύειν.