Ancient Greek
Fragment 4
Aristophanes Hist., Fragmenta 4
Not analysed yet
Plutarch. De Herodoti mal. c. 31: Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε (sc. Ἡρόδοτος) παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν, ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη δι' ἀγροικίαν αὐτῶν καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον· ὁ δὲ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, δι' ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ **,τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε.