Ancient Greek
Page 273
Aristophanes of Byzantium, De suspectis apud veteres verbis (fragmenta) 273
Not analysed yet
ΑΡΙΣΤΟΦΆΝΟΥΣ ΠΕΡῚ Τ῀ΩΝ ὙΠΟΠΤΕΥΟΜΈΝΩΝ ΜῊ ΕἸΡ῀ΗΣΘΑΙ ΤΟ῀ΙΣ ΠΑΛΑΙΟ῀ΙΣ. Σάννας· ὁ μωρός. Φερνή (l. Φέρνη)· ἡ προΐξ. Στεγανόμιον· τὸ ἀριστητήριον, καὶ ὁ μισθὸς τοῦ πανδοκείου. Ἐπικοκκάζω· τὸ κράζω. Λαπύζειν (l. Λαπίζειν)· τὸ συρίζειν, τὸ μεγαλοψυχεῖν· τάττουσι καὶ ἐπὶ τοῦ ὑπερηφανεύεσθαι. Τὸ ἄρχειν· καὶ ἐπὶ τοῦ τυραννεῖν. Τὴν μεγαλοψυχίαν· καὶ ἐπὶ τῆς εὐπορίας. Τὴν ψευδολογίαν· καὶ ἐπ' ἀγαθοῦ· ἤτοι τὴν εὐμέθοδον ὁμιλίαν. Βαββᾶν (l. Βαυβᾶν)· τὸ κοιμᾶσθαι. Βλακεύεσθαι· τὸ νωθρεύεσθαι. Σπανοσιτία· ἡ τῶν τροφῶν ἔνδεια. Ἀρδαλῶσαι· ἐπὶ τοῦ μολῦναι.