Ancient Greek · ~1 min
Page 274
Aristophanes of Byzantium, De suspectis apud veteres verbis (fragmenta) 274
Not analysed yet
Ἐφεύγοσαν, καὶ ἐλέγοσαν· ἀντὶ τοῦ ἔφευγον καὶ ἔλεγον. Κοκκύζειν· ἀντὶ τοῦ ᾄδειν. Στίμμις καὶ στίμμι· τὰ εἰς τὰ ὄμματα χρήσιμα· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. Τάγηνον· τὸ τήγανον. Γόμφος (l. Γόμος)· ὁ φόρτος τῆς νεώς. Λεπύχανον, καὶ λόπισμα· τὸ λέπος τοῦ κρομύου, ἢ ἄλλου τινός. Ἐμίας· ὁ ἔμετος. Δριμύ· καὶ τὸ συνετόν. Μόμφος· ἡ μέμψις.