Ancient Greek · ~2 min
Volume 3b,347,F
Aristophanes of Byzantium, Fragmenta 1
Not analysed yet
ATHEN. 13, 51 p. 586 F (HARPOKR. s. v. Ἀντίκυρα)· ἐν δὲ τῶι Κατὰ Φιλωνίδου βιαίων ὁ Λυσίας (F 245 Tur), εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῶι Πρὸς Μέδοντα ψευδομαρτυριῶν (F 167) <Ἀντικύρας>. ἐπώνυμον δ' ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστοφάνης εἴρηκεν ἐν τῶι Περὶ ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἤτοι ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος [καὶ] ἀποθνήσκων κατέλιπεν αὐτῆι πολὺ ἐλλέβορον, ἄλλο δὲ οὐδέν.