Ancient Greek · ~2 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 1
Not analysed yet
(1) Ταῦτά ἐστιν ἐν τῇ νῦν γραφομένῃ ὑφ’ ἡμῶν συντάξει ἃ δεήσει σε ἐπιγνῶναι, |τίνα λέγει ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ζῴων πραγματείᾳ σελάχια ζῷα καὶ τίνα μαλάκια, ὁμοίως δὲ καὶ τίνα μαλακόστρακα κατονομάζει καὶ τίνα ὀστρακόδερμα, ποῖά τε λέγει τῶν ζῴων καρχαρόδοντα καὶ τίνα χαυλιόδοντα καὶ ἀμφόδοντα, καὶ συνόδοντα, ποῖά τε ἔντομα πέφυκε καὶ τίνα ἐστὶν ἀμφίβια καὶ λεπιδωτὰ καὶ φολιδωτά, καὶ ποῖα μώνυχα καὶ διχηλὰ καὶ πολυσχιδῆ καὶ στεγανόποδα καὶ κολεόπτερα καὶ πιλωτὰ καὶ πτερωτὰ καὶ γαμψώνυχα καὶ ὁλόσφυρα· τοιαύτης γὰρ τῆς ὑποτυπώσεως γινομένης εὐεπίγνωστος μᾶλλον καὶ ἡ τῶν κατὰ μέρος γένηταί σοι ἱστορία.