Ancient Greek · ~3 min
103 to 109
Aristophanes of Byzantium, Historiae Animalium Epitome 103-109
Not analysed yet
(103) κἂν τραυματισθῇ ἐλέφας ἐν πολέμῳ ἢ ἐν θήρᾳ, τὴν ἐν ποσὶ κόνιν ἀνελόμενοι καὶ πόαν, βοῇ σφετέρᾳ κινύρονται καὶ ποτνιῶνται, εἰς τὸν οὐρανὸν βλέποντες καὶ τῷ τραύματι ἐπιβάλλοντες, ὥσπερ θεὸν ἐπιμαρτυρόμενοι, ὅτι ἐκνόμως ὑπομένουσιν. (104) Ἐλέφας δὲ ἐλέφαντι περιτυχλν νεκρῷ, τῇ προβοσκίδι γῆν ἀμησάμενος ἐπιβάλλει αὐτῷ ὡς ὁσίαν τινὰ ἀπόρρητον. ἔστι δὲ ὅτε καὶ κλάδον ἐπιβάλλει αὐτῷ. (105) Τὸν ἥλιον δὲ ἀνίσχοντα προσκυνοῦσιν ἐλέφαντες τὰς προβοσκίδας ὡς χεῖρας ἀνατείνοντες. (106) Ὀρρωδεῖ δὲ ὁ ἐλέφας κεράστην κριὸν καὶ χοίρου βοήν. (107) Τοὺς δὲ ὗς εἴτε μυσάττονται εἴτε καὶ δεδίασιν, ἀποστρέφονται γοῦν. (108) φασὶ δὲ τὸ ζῷον ὀστοῦν ἔχειν προσπεφυκὸς ἐν τῇ καρδίᾳ. (109) Τρία δὲ ταῦτα ἐκ βραχίστων μέγιστα ζῷα γίνεται, τῶν μὲν ἐνόδρων ὁ κροκόδειλος, τῶν δὲ ὑποπτέρων ἡ στρουθὸς ἡ μεγάλη, τῶν γε μὴν τετραπόδων ὁ ἐλέφας.