Ancient Greek · ~8 min
94 to 102
Aristophanes of Byzantium, Historiae Animalium Epitome 94-2-102
Not analysed yet
(94) Σιτοῦνται δὲ καὶ σχῖνον τὴν περιπεφυκυῖαν τοῖς δένδροις καὶ κιττὸν ἄγριον τὸν ἐφέρποντα τοῖς φυτοῖς καὶ φοινίκων ἁπαλὰς καὶ νεαρὰς κόμας καὶ φυτῶν ὅρπηκας καὶ πτόρθους τοὺς ὑγροτέρους. ἐσθίουσι δὲ μικροῦ καὶ ὅσα ἄνθρωπος. (95) Αὐτῶν δὲ τὰ μὲν κρέα ἐδώδιμα οὐκ ἔστιν, ὅτι μὴ ἡ προβοσκὶς καὶ τὰ χείλη τοῦ στόματος καὶ τῶν κεράτων ὁ μυελός. τὸ δὲ στέαρ τοῖς ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ θυμιάσαιτο αὐτοῦ, ἀποδιδράσκει πορρωτάτω. (96) Ἐσθίειν δέ φησιν Ἀριστοτέλης τὸν ἐλέφαντα μεδίμνους μακεδονικοὺς ἐννέα, ἀλφίτων δὲ ἐπὶ τούτοις ἕξ, εἰ δὲ δοίης, καὶ ἑπτὰ καὶ χιλόν, φύλλα καὶ κλάδους ἁπαλούς. πίνειν δὲ αὐτοὺς ὁ αὐτὸς λέγει μετρητὰς Λακεδαιμονίους δεκατέσσαρας, καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ τὸν ἐλέφαντα ἔτη διακόσιά φασι· προϊέναι δὲ ἔστιν οὓς καὶ εἰς τρεῖς ἑκατοντάδας. (97) Ποταμὸν δὲ ἐλέφαντες διαβαίνοντες, εἰ καλύπτοιντο ὑπὸ τοῦ ῥεύματος, ἀνέχουσι τὰς προβοσκίδας ὑπὲρ τὸ ὕδωρ· τὰ δὲ ἀρτιγενῆ πωλία ὑπὲρ τῶν ὀδόντων ἢ κεράτων φέρουσιν αἱ μητέρες. (98) Ὅταν δὲ ὑπερβῆναι τάφρον μὴ δύνανται, εἷς ὁ μέγιστος ἑαυτὸν εἰς αὐτὴν ἐμβάλλει, καὶ πλάγιος ἵσταται, καὶ γεφυροῖ τὸ κενόν, καὶ κατ᾿ αὐτοῦ βαίνοντες ἀποδιδράσκουσιν. ἀνέλκουσι δὲ καὶ ἐκεῖνον οὕτως. ἄνωθέν τις τὸν πόδα προτείνει καὶ ἐκείνῳ παρέχει περιπλέξαι τὴν προβοσκίδα· f. 345v οἱ δὲ ἄλλοι φρύγανα ἐμβάλλουσι καὶ ξύλα, ὧν ἐπιβαίνων ἀνασπᾶται ῥᾳδίως. (99) Πληγεὶς δὲ ὑπὸ βέλους, ἐλαίας πάσσων ἄνθος ἢ αὐτὸ ἔλαιον, ὁλόκληρος γίνεται. καὶ τῶν τετρωμένων δὲ τοὺς ἀτρώτους πεφεισμένως ἐξαιρεῖν ἀκούω καὶ ξυστὰ καὶ ἀκόντια ὥσπερ χειρουργίας ἐπιστήμονας. (100) Ἀποτρέπονται δὲ τὴν ἐν Ἰνδοῖς ἄρουραν τὴν κεκλημένην Φαλάκραν καὶ οὐκ ἐσθίουσι. τὸ δὲ αἴτιον τοῦ ὀνόματος· ὁ γὰρ γευσάμενος τῆς ἐνταῦθα γενομένης πόας καὶ τὰς τρίχας ἀποβάλλει καὶ τὰ κέρατα. (101) Ὅταν μέντοι ὑπὸ Ἰνδῶν ἀναγκάζωνται αὐτόρριζα δένδρα ἐκσπάσαι, οὐ πρότερον ἐπιχειροῦσι πρὶν διασεῖσαι, εἰ ἄρα ἀνατραπῆναι οἷόν τ᾿ ἐστὶν ἢ μή. (102) τῇ προβοσκίδι δὲ ἑαυτοὺς ἐπινύττοντες εἰς τὸν ἀγῶνα ἐξάπτουσι.