Ancient Greek · ~7 min
109 to 127
Aristophanes of Byzantium, Historiae Animalium Epitome 109-127
Not analysed yet
(109) οἱ ἀραιοὺς τοὸς ὀδόντας ἔχοντες καὶ ἐλάσσονας τῶν τριακονταδύο ὡς ἐπὶ πολὺ ὀλιγοχρόνιοι γίνονται. (110) μόνος ἄνθρωπος καὶ κόων ἐμεῖ. (111) τῶν ἀνθρώπων ἡ καρδία κεῖται ὑπὸ τὸν ἀριστερὸν μαστόν, τοῖς δὲ ἄλλοις ζῴοις ἐν μέσοις τοῖς στήθεσι. τοῦ ἀνθρώπου ἡ καρδία τρεῖς κοιλίας ἔχει, τῶν ἄλλων ζῴων δύο. (112) μόνου τοῦ ἀνθρώπου μέλλοντος μεταλλάσσειν οἱ ἐν τῇ κεφαλῇ φθεῖρες γίνονται. (113) μόνου τοῦ ἀνθρώπου τεθνηκότος αἱ τρίχες αὔξονται. μόνου τοῦ ἀνθρώπου ζῶντος ὁ ἐγκέφαλος θιγγανόμενος ψυχρότατός ἐστι, τῶν δὲ ἄλλων ζῴων θερμός. (114) οὐδὲν τῶν γαμψωνύχων ζῴων οὔτε πίνει οὔτε οὐρεῖ οὔτε συναγελάζεται. (115) τὰ δὲ πλείονας ἔχοντα πόδας τῶν τεσσάρων ἂναιμά ἐστι καὶ ἂσπλαγχνα πλὴν τοῦ κατοικιδίου κόρεως· οὕτος γὰρ μόνος πολύπους ὑπάρχων οἶμα ἔχει. (116) τὰ ᾠοτοκοῦντα τῶν διπόδων |ἢ τετραπόδων ἐντὸς ἔχει πρὸς τὴν ὀσφὺν τοὺς ὄρχεις, καθάπερ τῶν διπόδων ἀλεκτρυών, τῶν δὲ τετραπόδων σαῦρος. (117) τὰ μακροσκελῆ ζῷα ὑγροκοίλιά ἐστι, τὰ δὲ πιλώδη καὶ πλατέα τὰ στήθη ἔχοντα ἐμετικά. (118) τὰ μώνυχά μονοτόκα ἐστὶ καὶ οὐκ ἐπικυίσκεται. (119) Οὐδὲν τῶν ἐντόμων ζῴων οὔτε σπλάγχνα ἔχει οὔτε ἀναπνεῖ. (120) πάντα τὰ ἔντομα καὶ πάντα τὰ κολεόπτερα ἐλαίου αὐτοῖς ἐπιχεομένου ἀποθνήσκει, ὅθεν καὶ τῇ μελίσσῃ πολέμιοι, ὥσπερ εἶπον, οἱ μεμυρισμένοι. (121) τὰ πόδας μὴ ἔχοντα τῶν ζῴων οὔτε ὄρχεις ἔχει οὔτε αὐχένα οὔτε κύστιν οὔτε βλέφαρα, ὡς τὸ τῶν ὄφεων καὶ ἰχθύων πᾶν γένος. (122) τὰ ζῳοτοκοῦντα κύστιν ἔχει, τὰ δὲ ᾠοτοκοῦντα οὐκ ἔχει, διὸ οὐδὲ οὐρεῖ. (123) τὰ πιμελώδη ζῷα ἀγονώτερα. (124) ὅσα τρίχας ἔχει πάντα ζῳοτοκεῖ πλήν τινων θαλασσίων οἷον δελφῖνος φώκης καὶ τῶν σελαχωδῶν· ταῦτα γὰρ τρίχας 〈οὐκ〉 ἔχοντα ὅμως [οὐ] ζῳοτοκεῖ. (125) οὐδὲν τῶν καρχαροδόντων ἔχει κέρας. (126) τὰ ἄρσενα τῶν θηλειῶν ἐνίοτε πλείους ἔχει ὀδόντας. (127) οὐδεὶς ἰχθὺς λαλεῖ, μόνος δὲ ὁ λεγόμενος σκάρος καὶ ὁ ποτάμιος χοῖρος.