Ancient Greek
95 to 108
Aristophanes of Byzantium, Historiae Animalium Epitome 95-108
Not analysed yet
(95) Λέγει δὲ παύεσθαι τὰ καταμήνια ταῖς γυναιξὶ περὶ τεσσαράκοντα γινομέναις ἔτη· ἐὰν δὲ ὑπερβάλῃ ταῦτα, παραμένει μέχρι τῶν πεντήκοντα. καὶ ἤδη τινὲς ἐκύησαν περὶ τὰ πεντήκοντα γεγονυῖαι ἔτη. οἱ δὲ ἄνδρες οἱ μὲν πλεῖστοι γεννῶσι μέχρις ἐτῶν ἑξήκοντα, ἤδη δέ τινες ἐγέννησαν γεγονότες ἑβδομηκονταετεῖς. (96) συμβαίνει δὲ καὶ ἄνδρας καὶ γυναῖκας συμβιοῦντας ἀλλήλοις μὴ τεκνοποιεῖν, μεταζευχθέντας δὲ γεννᾶν. ὀρεκτικώτεροι δὲ ἀλλήλων πρὸς τὰς συνουσίας εἰσὶν οἱ μὲν ἂνδρες χειμῶνος, αἱ δὲ θήλειαι θέρους. (97) Καὶ περὶ μὲν γενέσεως ἐν ἐπιδρομῆς μέρει οὕτως. περὶ δὲ τῆς ἱστορίας καθολικώτερον ἐπιτρέχοντες οὕτως ἂν λέγοιμεν. (98) Μόνη τῶν διπόδων γυνὴ ζῳοτοκεῖ τὰ δὲ ἄλλα δίποδα ᾠοτοκεῖ. μόνη ἡ γυνὴ τῶν ζῳοτόκων ὑπηνέμια τίκτει τὸν λεγόμενον Ὄσιριν ἐν Αἰγύπτῳ. μαρτυρεῖ δὲ Θεόφραστος λέγοντι Ἀριστοτέλει ἂνευ ὀχείας γίνεσθαι τὸν λεγόμενον Ὄσιριν ἐν τῷ πέμπτῳ τῶν Περὶ ζῴων. (99) μόνη γυνὴ ἠπιωτέρα καὶ πραοτέρα μετὰ τὸ τεκεῖν, τὰ δὲ ἄλλα ζῷα δεινὰ καὶ δυσχερῆ καὶ ἀπρόσιτα. (100) μόνη γυνὴ κύουσα ὀχείαν ἐπιδέχεται, τὰ δ’ ἄλλα ζῷα οὐκέτι. (101) μόνη γυνὴ ἐπαμφοτερίζει· καὶ γὰρ μονοτόκος καὶ διδυμοτόκος καὶ πολυτόκος. (102) μόνη τὸν λεγόμενον μύλον τίκτει γυνή. τρὶς δὲ τεκοῦσα ἡ γυνὴ οὐκέτι αὔξεται. (103) ἡ γυνὴ πλείονα κάθαρσιν φέρει τῶν ἄλλων ζῴων. αἱ γλαυκαὶ τῶν γυναικῶν ὑγρότεραι, αἱ δὲ μέλαιναι ἥττονες. (104) αἱ ὕπανδροι κατακορεῖς πρὸς τὰ ἀφροδίσια, αἱ δὲ τρυφεραὶ ἥττονες. (105) ὅσαι τῶν γυναικῶν κύουσαι πλεονάκις μετ’ ἀνδρὸς γίνονται, αὖται καὶ εὐμαρέστερον τίκτουσι. (106) Μόνος ἄνθρωπος τῶν ζῴων νεῖν μανθάνει. μόνος ἄνθρωπος τὰ ὧρα οὐ κινεῖ, εἰ καὶ σπανιάκις ἐστὶ κίνησις. μόναι αἱ τρίχες τοῦ ἀνθρώπου μακρότεραι γίνονται τῶν ἄλλων ζῴων. (107) 0ἱ λευκοὶ καὶ λεῖοι τῶν ἀνθρώπων πολυγονώτεροι τῶν μελαντέρων. οἱ δασεῖς καὶ δασέα στήθη καὶ πλατέα ἔχοντες ὀρεκτικοὶ μᾶλλον πρὸς τὰς συνουσίας. οἱ γέροντες καὶ οἱ νέοι θηλυγόνοι ὡς ἐπὶ τὸ οἱ τὰ στήθη ψιλὰ καὶ στενὰ ἔχοντες εὐαδίκητοι ὑπὸ τῶν συνουσιῶν. (108) τῶν κατακόρως συνουσιαζόντων ⟨αἷμα⟩ ἀπορρεῖ.