Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 113
Not analysed yet
(113) Ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες, ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπ᾿ αὐτὰ μὲν ἕρπουσι, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι |τῇ κόμῃ, τὸ δὲ ἐς τὴν κεφαλὴν προϊὸν ἥμισυ μεθῆκαν καλωδίου δίκην ἀπηρτημένον. καὶ ὁ μὲν προσῆλθεν δρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θἀτέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.