Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 112
Not analysed yet
(112) Ἐλέφας, οἱ μὲν αὐτοῦ προκύπτειν χαυλιόδοντάς φασιν, οἱ δὲ κέρατα. ἔχει δὲ καὶ καθ᾿ ἕκαστον πόδα δακτύλους πέντε, ὑποφαίνοντας μὲν τὰς ἐκφύσεις, οὐ μὴν διεστῶτας. ταῦτά τοι καὶ νηκτικός ἐστιν ἥκιστα. σκέλη δὲ τὰ πρόσθια τῶν κατόπιν βραχύτερά ἐστι· μαζοὶ δὲ αὐτῷ πρὸς ταῖς μασχάλαις εἰσί· μυκτῆρα δὲ κέκτηται χειρὸς παγχρηστότερον καὶ γλῶτταν βραχεῖαν· χολὴν δὲ αὐτὸν ἔχειν οὐ κατὰ τὸ ἧπαρ, ἀλλὰ πρὸς τῷ στέρνῳ φασί. κύειν δὲ πυνθάνομαι δύο ἐτῶν τὸν ἐλέφαντα. οἱ δὲ οὐ τοσοῦτον χρόνον, ἀλλὰ ὀκτωκαίδεκα μηνῶν ὁμολογοῦσιν. ἀποτίκτει δὲ ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐνιαυσιαίῳ, σπᾷ δὲ τῆς θηλῆς τῷ στόματι. ἐνθουσιῶν δὲ εἰς μίξιν οἴστρῳ τε φλεγόμενος ἐμπίπτει τοίχῳ καὶ ἀνατρέπει, καὶ φοίνικας κλίνει, τὸ μέτωπον προσαράττων κατὰ τοὺς κριούς. πίνει δὲ ὕδωρ οὐ διειδές, οὐδὲ καθαρόν, ἀλλ᾿ ὅταν ὑποθολώσῃ τε καὶ ὑποταράξῃ. καθεύδει γε μὴν ὀρθοστάδην· κατακλιθῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. ἀκμὴ δὲ ἐλέφαντος ἑξήκοντα χρόνων γεγονέναι. κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι. διατείνει δὲ τὸν βίον καὶ εἰς διπλῆν ἑκατοντάδα.