Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 118
Not analysed yet
(118) Πύρρῳ τῷ Ἠπειρώτῃ ἦν ἐλέφας, ὅσπερ οὖν τὸν ἑαυτοῦ πωλευτὴν οὕτως ἠγάπησεν, ὡς ἀποθανόντος ἐν Ἄργει τοῦ Πύρρου, ἐκπεσόντος δὲ τοῦ ἐλαύνοντος, οὐ πρότερον ὑπέμεινεν ἀτρεμῆσαι καὶ ἡσυχάσαι πρὶν ἢ ἀνασώσασθαι τοῦτον αὐτὸν ἐκ τῶν πολεμίων καὶ ἐς τὸ φίλιον μεταγαγεῖν.