Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 119
Not analysed yet
(119) Πυνθάνομαι δὲ ἐν τῇ Ἀντιόχου πόλει τῇ Σύρων γενέσθαι πρᾶον ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἀεὶ τὸν ἐκ τῆς τέχνης, τὸν καθ᾿ ὥραν πλεκόμενον. καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀποτυχὼν ἐξηγριώθη· καὶ ὅς τέως πραότατος ἧν εἰς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες ἔκφρονες γίνονται.