Ancient Greek · ~7 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 129
Not analysed yet
(129) Ἐλέφας ὁ θῆλυς· τιμιώτερα εἶναι τὰ τούτου κέρατα οἱ σοφοὶ ταῦτα ὑμνοῦσι, καὶ ἐκεῖνά γε ἡμᾶς διδάσκουσιν. ἐν τῇ Μαυρουσίᾳ γῇ οἱ ἐλέφαντες, δεκάτῳ ἔτει πάντως αὐτοῖς τὰ κέρατα ἐκπεσεῖν σπεύδει, ὥσπερ οὖν καὶ τῶν ἐλάφων, ἀλλὰ τούτων ἀνὰ πᾶν ἔτος. οἱ τοίνυν ἐλέφαντες οἵδε γῆν πεδιάδα καὶ ἔνδροσον προαιροῦνται τῆς ἄλλης, καὶ ἐπερείδουσιν εἰς αὐτὴν ὀκλὰξ ἐπικύψαντες, ἐκδῦναι αὐτῶν δεινῶς σφριγῶντες. τοσοῦτον δὲ ἄρα ἐπωθοῦσιν, ὡς καὶ τέως αὐτὰ ἀποκρύψαι· εἶτα μέντοι ὑποψήσαντες τοῖς ποσὶ λεῖον τὸν χῶρον ἀπέφηναν τὸν φρουροῦντα τὸ θησαύρισμα αὐτοῖς. γονιμωτάτη δὲ ἄρα ἡ γῆ οὖσα εἶτα ἤκιστα τὴν πόαν φύει καὶ ἀφανίζει τὴν ὄψιν τοῦ γεγενημένου τοῖς ὁδῷ χρωμένοις. οἱ δὲ καὶ ταῦτα ἀνιχνεύοντες τὰ φώρια καί τινα σοφίαν τῆς ἐκείνων ἐπιβουλῆς |ἔχοντες, ἐν ἀσκοῖς. αἰγείοις ὕδωρ κομίζουσιν· εἶτα αὐτοὶ διασπείρουσι πεπληρωμένους ἄλλος ἀλλαχόσε, καὶ αὐτοὶ καταμένουσι. καὶ καθεύδει τις, καὶ ἄλλος ὑποπίνει, καί πού τις καὶ μεταξὺ ἐπιρροφῶν τῆς κύλικος ὑπαναμέλπει καὶ μέμνηται διὰ τοῦ μέλους ἧς ἐρᾷ. εἰ δὲ καὶ νέον ὡρικὸν ὑποπειρᾷ παρόντα τις καὶ αὐτὸν τῆς ἰχνεύσεως κοινωνόν, οὐκ ἂν θαυμάσαιμι· εἰσὶ γὰρ Μαυρούσιου καὶ καλοὶ καὶ μεγάλοι, καὶ ἀνδρικὸν ὁρῶσι, καὶ ἔργων ἔχονται θηρατικῶν, καὶ μέντοι καὶ πολλὰ ἀναφλέγουσι μειράκια ἔτι καὶ τηλικοίδε ὄντες. οὐκοῦν οἷς τὰ κέρατα εἴη κατορωρυγμένα πλησίον ἐκεῖνα, τὰ δὲ ἴυγγί τινι ἀπορρήτῳ καὶ θαυμαστῇ δὲ τὸ ὕδωρ ἐκεῖνο ἐκ τῶν ἀσκῶν ἕλκει, καὶ ἀποδείκνυσι κενοὺς αὐτούς. ἐνταῦθα τοίνυν σμινύαις τε καὶ μακέλλαις διασκάπτουσι τὸν χῶρον, καὶ ἔχουσι τὸ θήραμα ῥινηλατήσαντες ἄνευ κυνῶν. ἐὰν δὲ ἔμπλεῳ μένωσιν οἱ ἀσκοὶ οὗπερ οὖν καὶ κατέθεσαν αὐτοὺς οἱ τῶν κεράτων τῶνδε θηραταί, οἱ δὲ ἀπίασιν ἐπ’ ἄλλην θηρείαν, καὶ μέντοι καὶ ἀσκοὺς καὶ ὕδωρ ἐπάγονται πάλιν, θήρατρα τῆς ἄγρας τῆς προειρημένης.