Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 130
Not analysed yet
(130) Ἡ μέντοι νῆσος ἡ μεγάλη ἢν καλοῦσιν Ταπροβάνην ἔχει φοινικῶνας μὲν θαυμαστῶς πεφυτευμένους εἰς στοῖχον, ὥσπερ οὖν ἐν τοῖς ἁβροῖς τῶν παραδείσων οἱ τούτων μελεδωνοὶ φυτεύουσι τὰ δένδρα τὰ σκιαδηφόρα. ἔχει δὲ καὶ νομὰς ἐλεφάντων πολλῶν καὶ μεγίστων. καὶ οἵ γε νησιῶται ἐλέφαντες τῶν ἠπειρωτῶν ἀλκιμώτεροί τε τὴν ῥώμην καὶ μείζους ἰδεῖν εἰσι, καὶ θυμοσοφώτεροι δὲ πάντα πάντη κρίνοιντο ἄν. κομίζουσί τε αὐτοὺς εἰς τὴν ἀντιπέρας ἤπειρον ναῦς μεγάλας τεκτηνάμενοι (ἔχει γὰρ δήπου καὶ δάση ἡ νῆσος), πιπράσκουσί τε διαπλεύσαντες τῷ βασιλεῖ τῷ ἐν Καλίγγαις. διὰ μέγεθος δὲ ἄρα τῆς νήσου οὐδὲ ἴσασιν οἱ τὰ μέσα αὐτῆς οἰκοῦντες τὴν θάλασσαν, ἀλλὰ ἠπειρώτην μὲν βίον τρίβουσι, τὴν περιερχομένην δὲ αὐτοὺς καὶ κυκλουμένην πυνθάνονται θάλασσαν· οἱ δὲ τῇ θαλάττῃ πρόσοικοι τῆς μὲν ἄγρας τῆς τῶν ἐλεφάντων ἀμαθῶς ἔχουσιν, ἀκοῇ δὲ αὐτὴν ἴσασι μόνῃ.