Ancient Greek
132 to 143
Aristophanes of Byzantium, Historiae Animalium Epitome 132-143
Not analysed yet
(132) Ὅτι ἡ τῶν Ἰνδῶν γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους, ὡς ἐκ τῶν ὀδόντων δῆλον τῶν ἐκεῖθεν κομιζομένων, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ἔστι δὲ τὰ μὲν ἄλλα πάντα βοῦς μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφαντος ἔχει καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος· |αὐτὸ γὰρ εἰς Ῥωμαίους κομισθὲν τὸ ζῷον θεασάμενος γράφω. (133) Ὁ λέων ἐστὶ μὲν καρχαρόδους καὶ πολυσχιδής, βαδίζει δὲ κατὰ σκέλος καθάπερ ἡ κάμηλος, λέγω ἀκολουθεῖν τῷ ἐμπροσθίῳ σκέλει τὸ ὀπίσθιον· τὰ γὰρ ἄλλα τετράποδα κατὰ διάμετρον πορεύεται χιάζοντα τοῖς σκέλεσιν. (134) ἔχει δὲ τὸ τοῦ αὐχένος ὀστοῦν ὁ λέων ἕν, ἀλλ᾿ οὐκ ἐκ πολλῶν σπονδύλων συγκείμενον. (135) κοπτομένων δὲ τῶν ὀστέων αὐτοῦ πῦρ ἔξεισι καθάπερ ἐκ τῶν λίθων. ἔχει δὲ τὰ ὀστᾶ ὡς ὅτι μάλιστα ἀμύελα καὶ μικρὰς ὀπὰς ἔχοντα. (136) ἔστι δὲ καὶ ὀπισθουρητικὸν καθάπερ κάμηλος, καὶ γενόμενος ἑξαμηνιαῖος αἴρων τὸ σκέλος οὐρεῖ καθάπερ καὶ οἱ κύνες. (137) ἡ δὲ θήλεια ὑπὸ μικρὸν καθημένη οὐρεῖ· ἔχει δὲ καὶ μαστοὺς δύο ἐν τῇ γαστρί. (138) ἀνατμηθεὶς δὲ ὀσμὴν ἔχει βαρεῖαν, ὥστε μὴ ὑποφέρειν, τὰ δὲ ἐντόσθια ὅμοια κυνί, κοιλίαν δὲ μόνην ὁμοίαν ἔχει ὑΐ. (139) ἔχει δὲ ὁ μὲν ἄρρην χαίτας, ἡ δὲ θήλεια ψιλή ἐστι. βάλλει δὲ καὶ τῶν ὀδόντων τοὺς κυνόδοντας λεγομένους, δύο ἄνωθεν καὶ κάτωθεν δύο. (140) ὀχεύει δὲ 〈ὁ ἄρρην〉 καὶ ὀχεύεται ἡ θήλεια πᾶσαν ὥραν καθάπερ ὁ ἄνθρωπος, καὶ ἄρχεται βαίνειν ὅταν γένηται διμηνιαῖος. ὀχεύει δὲ συγκαθισάσης τῆς θηλείας· ἐπιβαίνει γάρ. (141) κύει δὲ δύο μῆνας. τίκτει δὲ τὸν ὅλον βίον αὐτῆς ἡ λέαινα πεντάκις, καὶ τὸ μὲν πρῶτον πέντε σκυμνία, εἶτα τέσσαρα, ἐχομένως τρία, εἶτα δύο, ἐπὶ πᾶσιν ἕν, καὶ οὐκέτι συλλαμβάνει. (142) ἔστι δὲ τὰ τικτόμενα μιχρὰ καὶ τυφλὰ καθάπερ κυνός, ὥστε μόλις μετὰ δίμηνον βαδίζειν. (143) ὁ δὲ λεγόμενος μῦθος ὅτι ἐκβάλλει τὰς μήτρας τεκοῦσα τῶν εἰκῇ πεπιστευμένων.