Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 144
Not analysed yet
(144) ἔστι δὲ ὁ λέων τὸ ἦθος λιμμώττων μὲν χαλεπός, βεβρωκὼς δὲ πραὺς καὶ φιλοπαίγμων, καὶ οὔτε ὑπερόπτης οὔτε τῶν συνήθων ἀδικητικός. συσχεθεὶς δὲ τῇ θηρείᾳ ὑπὸ πολλῶν, οὐδέποτε φεύγει, οὐδὲ τὰ ὀπίσθια διδοῖ· ὑποβαίνει δὲ κατὰ σκέλος βρυχώμενος, καὶ τῷ μὲν βάλλοντι προσέρχεται, τῷ δὲ μὴ οὐ πρόσεισι. διώκων δὲ ἔχει δρόμημα |σύντονον καθάπερ καὶ οἱ κύνες. συνεγγίζων δὲ τῷ διωκομένῳ καὶ ἐπιρρίπτει ἑαυτόν, ἵνα ταχύτερον ἐπιτύχῃ. πρὸς δὲ τὰς πόλεις ἔρχονται οἱ λέοντες ὅταν γένωνται γέροντες, ἵνα τοὺς ἀνθρώπους διώκωσιν, ἀδυνατοῦντες θηρεύειν. λέγεται δὲ κατ᾿ αὐτοῦ ὡς ὅτι μάλιστα τὸ πῦρ φοβούμενος φεύγει.