Ancient Greek · ~2 min
15 to 16
Aristophanes of Byzantium, Historiae Animalium Epitome 15-16
Not analysed yet
(15) ἡ μὲν οὖν ἀρτηρία τοῦτον ἔχει τὸν τρόπον καὶ οὕτως δέχεται τὸ πνεῦμα καὶ ἀφίησιν· ἄλλο δὲ οὔτε ὑγρὸν οὐδὲν οὔτε ξηρὸν ἐπιδέχεται· ἡ δὲ δεξαμένη πόνον παρέχει ἕως οὖ ἀναβήξῃ καὶ ἀναβάλῃ τὸ κατελθόν. (16) Ὁ δὲ στόμαχος καὶ αὐτὸς ἄνωθεν ἔχων ἀπὸ τῆς ἐπιγλωττίδος, ὡς προεῖπον, ἔχεται τῆς τραχείας ἀρτηρίας, συνεχὴς ὢν τῇ ῥάχει ὑμέσι λεπτοῖς, ἀποτελευτᾷ δὲ διὰ τοῦ ζώματος εἰς τὴν κοιλίαν τὴν λεγομένην ἄνω, νευρώδης ὢν τῇ φύσει καὶ τάσιν ἔχων.