Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 14
Not analysed yet
(14) ἔμπροσθεν δὲ τοῦ λεγομένου οἰσοφάγου ἡ λεγομένη τραχεῖα ἀρτηρία κεῖται καὶ αὐτὴ τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῆς ἐπιγλωττίδος, ἄνω δὲ μᾶλλον νεύουσα κατὰ τὴν τῶν μυκτήρων ἔκκρισιν· διὸ καὶ ὅταν ἀθρόως |πίνωμεν, ἀνασπῶμεν μέρος τι τοῦ ὑγροῦ διὰ τῶν μυκτήρων. ἔστι δὲ φύσει ἡ ἀρτηρία χονδρώδης καὶ ὀλίγαιμος. μέση οὖν κεῖται τῶν στομάτων τοῦ οἰσοφάγου καὶ τῆς τραχείας ἀρτηρίας ἡ ἐπιγλωττίς, ἥτις ἐν τῷ καταπίνειν τὴν ξηρὰν τροφὴν ἐπιπωματίζει τὴν ἀρτηρίαν κωλύουσα ὧν οὐ δέον αὐτήν ἐστι λαμβάνειν. συμβαίνει δὲ ἐμπνευματουμένης τῆς ἀρτηρίας ὑπὸ τοῦ ἐκτὸς πνεύματος εὐθέως διίστασθαι καὶ εἰς τὸν πνεύμονα διαδίδοσθαι· διαδίδοται γὰρ τὸ πνεῦμα εἰς τὰς τούτου ὀπάς. ἔχει γὰρ ὁ πνεύμων διαφύσεις χονδρὰς εἰς ὀξὺ συναγομένας, ἐκ δὲ τῶν διαφύσεων τὰ τρήματα ἐκ μεγάλων εἰς ἐλάχιστα διαδιδόμενα· ἔχει δὲ καὶ ἐκφύσεις ἡ προειρημένη ἀρτηρία προσηνωμένας τῇ καρδίᾳ, ἰνώδεις καὶ χονδρώδεις καὶ πιμελώδεις· καθ᾿ ἃ δὲ μέρη συνήνωται, κοιλία ἐστίν. ὅθεν ἐμπνευματουμένης τῆς κοιλίας συνδιίσταται ἡ καρδία, δῆλον ὡς δεχομένη τὸ πνεῦμα παῤ αὐτῆς. τοῦτο δὲ τεθεώρηται ἐπὶ τῶν μειζόνων ἀνατομῶν.