Ancient Greek · ~5 min
152 to 162
Aristophanes of Byzantium, Historiae Animalium Epitome 152-162
Not analysed yet
(152) Γηράσας δὲ λέων οἶδεν ἀδυνάτως ἔχειν πρὸς θήρας, οἱ δὲ σκύμνοι αὐτοῦ ἀγρεύοντες διδόασιν αὐτῷ φαγεῖν. ὁ δὲ σαίνει καὶ τῇ γλώσσῃ καὶ τοῖς ποσίν, ὥσπερ ἐπαινῶν τὴν θήραν αὐτῶν. (153) Καμήλου δὲ κρέα ἥδεται λέων ἐσθίων μᾶλλον τῶν ἄλλων· κἄν ποτε κάμηλον θεάσηται, ἐπ᾿ αὐτὴν πηδᾷ ἐπιθυμίᾳ βρώσεως. (154) ἔστι δὲ καὶ δίκαιος ὁ λέων. διὸ τῷ ἐπιόντι ἀνθίσταται, τοῦ παρατρέχοντος ἀφίσταται, τὸν δὲ βαλόντα μέν, μὴ τυχόντα δὲ φοβεῖ μέν, οὐ λυπεῖ δέ. (155) Φοβεῖται δὲ λέων πῦρ τε καὶ τὸν ἀλεκτρυόνα|, καθάπερ καὶ βασιλίσκος. (156) Λέοντες δὲ ἐν Ἰνδοῖς οὐ γίνονται μέγιστοι. εἰσὶ δὲ θηριωδέστατοι, ἡμεροῦνται δὲ ταχέως. ἡμερωθεὶς δὲ λέων τῷ τροφεῖ χαρίζεται, καὶ ἐπὶ θήραν ἐλάφων καὶ ὄνων καὶ βοῶν ἀγρίων ὡς κύνας φέρουσιν αὐτούς. εἰσὶ γὰρ καὶ ῥινηλατεῖν ἀγαθοί. (157) Ἐπεγείρει δὲ ἑαυτὸν ὁ λέων τῇ ἀλκαίᾳ μαστίζων καὶ ἐλινύειν οὐκ ἐπιτρέπων. (158) Βαδίζων δὲ οὐ κατ᾿ εὐθὺ πρόεισιν, ἀλλ᾿ ἐπάνεισι, καὶ πάλιν πρόσω ἔρχεται τοὔμπαλιν, ἀφανίζων τὰ ἴχνη διὰ τοὺς θηρατάς. (159) Ἐν δὲ τῇ Ἐλυμαίᾳ χώρᾳ λέοντές εἰσι τιθασοί, καὶ τοὺς παριόντας σαίνουσι καὶ ἀσπάζονται. (160) Ἡ δὲ Πελοπόννησος λεόντων ἄγονός ἐστιν. (161) Ἐν μέντοι τοῖς καρπίμοις χωρίοις λέων ἐπιδημῶν αὐχμὸν δηλοῖ. (162) Λεοντοφόνου δὲ φαγὼν ὁ λέων ἀποτέθνηκεν.