Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 151
Not analysed yet
(151) Ὁ λέων ἐκπεπταμένοις μόνος τίκτεται τοῖς ὀφθαλμοῖς. καὶ καθεύδων κινεῖ τὴν οὐρὰν καὶ ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς. ἔστι δὲ ῥωμαλέος καὶ συνετός. τὰ οὖν ἡμίβρωτα κρέα οὐ φυλάττει, ἀλλὰ τοῦ ἄσθματος περιχανὼν ἐμπιμπλᾷ, τὰ δὲ ἄλλα ζῷα ἥκοντα καὶ αἰσθανόμενα οὀ τολμᾷ προσάψασθαι. διὸ εἰ μὴ εὐθηρία γένοιτο αὐτῷ, ὡς ἐπὶ οἰκεῖον θησαύρισμα παραγίνεται. ὅταν δὲ ὑπερπλησθῇ, κενοῖ ἑαυτὸν ἀσιτίᾳ· ἀλλὰ καὶ πίθηκον φαγὼν κενοῦται τὴν γαστέρα ταῖς ἐκείνου λαπάξας σαρξί.