Ancient Greek · ~7 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 164
Not analysed yet
(164) Λέγει Εὔδημος ἐν Παγγαίῳ τῷ Θρᾳκίῳ κοίτῃ λέοντος ἐρήμῳ φυλακῆς ἐπιστᾶσαν ἄρκτον σκύμνους τοῦ λέοντος διαφθεῖραι διὰ τὸ μικρούς τε εἶναι ἔτι καὶ ἀμῦναί σφισιν ἀδυνάτους. ἐπεὶ δὲ ἀφίκετο ἔκ τινος ἄγρας ὅ τε πατὴρ καὶ ἡ μήτηρ, καὶ εἶδον τοὺς παῖδας πεφονευμένους ἐν τῇ κοίτῃ, οἶα εἰκὸς ἤλγουν καὶ ἐπὶ τὴν ἄρκτον ἵεντο· ἡ δὲ δείσασα ἐπί τι δένδρον ποδῶν εἶχεν ἀνέθει, καὶ καθῆστο τὴν ἐπιβουλὴν τὴν ἐξ ἐκείνων ἐκκλῖναι πειρωμένη. ὡς δὲ ἐδόκουν τοῦ τιμωρήσασθαι τὴν λυμεῶνα ἥκειν δεῦρο, ἡ μὲν λέαινα οὐ λείπει τὴν φυλακήν, ἀλλ᾿ ὑπὸ τῷ πρέμνῳ καθῆστο ἐλλοχῶσα καὶ ὕφαιμον ἄνω βλέπουσα, ὁ δὲ λέων, οἶα ἀδημονῶν καὶ ἀλύων ὑπὸ τοῦ ἄχους ὡς ἄνθρωπος, εἶτα ἐν τοῖς ὄρεσιν ἠλᾶτο, καὶ ἀνδρὶ ὑλουργῷ περιτυγχάνει· ὁ δὲ ἔδεισε καὶ ἀφίησι τὸν πέλεκυν, τὸ δὲ θηρίον ὁ λέων ἔσαινέ τε καὶ ἑαυτὸν ἀνατείνας ἠσπάζετο, ὡς οἰός τε ἦν, καὶ τῇ γλώττῃ τὸ πρόσωπον ἐφαίδρυνεν αὐτῷ. καὶ ἐκεῖνος ὑπεθάρρησεν, ὅ τε λέων περιβαλών οἱ τὴν οὐρὰν ἦγεν αὐτόν, καὶ ἀφιέντα τὸν πέλεκυν οὐκ εἴα, ἀλλὰ ἐσήμαινε τῷ ποδὶ ἀνελέσθαι. ὡς δὲ οὐ συνίει, ὁ δὲ τῷ στόματι ἐλάβετο, καὶ ὤρεφέν οἱ, καὶ εἴπετο ἐκεῖνος, ἄγει τε αὐτὸν ἐπὶ τὸ αὔλιον. καὶ ἡ λέαινα εἰδε καὶ αὐτὴ προσελθοῦσα ἐπέσαινε, καὶ ἑώρα οἰκτρόν, καὶ ἀνέβλεπεν εἰς τὴν ἄρκτον. συνιδὼν οὖν ὁ ἄνθρωπος καὶ συμβαλὼν ἠδικῆσθαί τι τούτους τους ἐξ ἐκείνης, ὡς εἶχε ῥώμης τε καὶ χειρῶν, ἐξέκοπτε τὸ δένδρον. καὶ τὸ μὲν ἀνετράπη, ἡ δὲ κατηνέχθη· καὶ διεσπάσαντο οἱ θῆρες αὐτήν· τόν τε ἄνθρωπον ὁ λέων ἀπαθῆ τε καὶ ἀσινῆ πάλιν ἐπανήγαγεν εἰς τὸν χῶρον, οὗ πρότερον ἐνέτυχεν αὐτῷ, καὶ ἀπέδωκε τῇ ἐξ ἀρχῆς ὑλοτομίᾳ.