Ancient Greek
165 to 168
Aristophanes of Byzantium, Historiae Animalium Epitome 165-168
Not analysed yet
(165) Λύκω συννόμω καὶ ἵππω, λέοντέ γε μὴν οὐκέτι· λέαινα γὰρ καὶ λέων οὔτε τὴν αὐτὴν ἴασιν οὔτε ἐπὶ θήρας. |(166) (167) Ὁ κόων ἐστὶ μὲν καὶ αὐτὸς καρχαρόδους καὶ πολυσχιδής, βαδίζει δὲ κατὰ διάμετρον· κρανίον δ᾿ ἔχει μονόστουν καὶ ἄρραφον, γλῶτταν δὲ ἔχει λεπτὴν καὶ μακράν. (168) διοιχθεὶς δὲ ἔχει τὴν κοιλίαν στενὴν καὶ μικράν, ἐντεροειδῆ, παρεμφερῆ τῇ τοῦ ἀνθρώπου· πνεύμονα ὀκτάλοβον· ἴσοι τὰ μεγέθη πέντε ἐκ δεξιῶν λοβοὶ καὶ τρεῖς ἐξ ἀριστερῶν· ἧπαρ ἑξάλοβον, λευκόν· καρδίαν στρογγύλην· τὰ δ᾿ ἄλλα σπλάγχνα οὐ παρὰ μέγεθος διαφέρπμτα. φέροντα.